![]() |
|
|
|
|
|
Περὶ τῆς
τύχης τοῦ
Οἰδίποδος Οἰδίπους
εἰς τοὺς
Δελφοὺς ἐλθὼν
τὸν Ἀπόλλωνα ἐρωτᾷ,
τίς καὶ ἐκ
ποίας οἰκίας
ἐστίν. Τοῦ θεοῦ
δὲ εἰπόντος
αὐτὸν τὸν
πατέρα
φονεύσειν καὶ
τὴν μητέρα
γαμεῖν[1],
Οἰδίπους
ἐξεπλάγη[2].
Κόρινθον[3]
πατρίδα
νομίζων εἰς
Θήβας[4]
βαίνει καὶ ἐν
τῇ ὁδῷ Λάιον
τὸν πατέρα
φονεύει. Σφιγγὸς[5]
δεινῆς μέλος[6]
λύσας τὴν
ἑαυτοῦ μητέρα
γαμεῖ καὶ
βασιλεὺς γίγνεται.
Νόσου[7]
δεινῆς Θήβας
αἱρούσης ὁ ἐν
Δελφοῖς θεὸς
ἐρωτώμενος
ἀποκρίνεται,
ὅτι δεῖ τὸν τὸν
Λάιον φονεύσαντα
εὑρεῖν. Οὕτως
Οἰδίπους
ἑαυτὸν
γιγνώσκει. |
|
|