![]() |
|
|
|
|
Περὶ Κροίσου
Κροῖσος , ὃς τῶν Λυδῶν ἐβασίλευσεν, πλουσιώτερος ἦν πάντων τῶν τότε
ἀνδρῶν. Πολλὰ γὰρ χρήματα παρέλαβε[1] παρὰ τοῦ πατρός, ἀνδρὸς δικαίου καὶ ἀνδρείου[2].
Ἐν δὲ τῇ Σάρδεων ἀκροπόλει[3]
ποτὲ τὸν Σόλωνα ὡς φίλον δεξάμενος ἐρώτησε, εἰ μακαριώτερόν[4]
τινα ἄνδρα γιγνώσκει. Σόλων δὲ εἶπε, ὅτι οὐδεὶς πρὸ τοῦ θανάτου μακάριός ἐστι. Οἱ γὰρ πλούσιοι κακῶς[5] ἀποθνήσκοντες μάκαρες οὔκ εἰσιν.
Κροῖσος ὕστερον στρατεύσεσθαι ἔμελλε τῷ Κύρῳ. Διὸ τὸν ἐν Δελφοῖς θεὸν ἐρώτησεν, πότερον νικήσει ἢ οὔ. Ὁ δὲ εἶπε, ὅτι ὁ Κροῖσος τὸν Ἅλυν ποταμὸν διαβαδίσας μεγάλην ἀρχὴν καταλύσει[6].
Μετὰ τοῦτο ἐστρατεύσατο πρὸς τοὺς Πέρσας. ᾠήθη[7]
γὰρ, ὅτι ὁ τοῦ θεοῦ χρησμὸς[8]
ἔλεξε τὴν ἀρχὴν τῶν Περσῶν, οὐ τὴν αὐτοῦ.
Ἀλλὰ οἱ Πέρσαι τοὺς Λυδοὺς ἐνίκησαν, πολλὰς πόλεις ἔλαβον καὶ Κροῖσον
κατακαίειν[9]
παρεσκευάσαντο. Κῦρος δὲ ἰδὼν Κροῖσον ἐπὶ πυρᾷ[10]
καθιζόμενον καὶ βοῶντα „ὦ Σόλων, ὦ Σόλων“ αὐτὸν ἐρώτησε, τί λέγει. Τότε δὲ ὁ Κροῖσος πάντα αὐτῷ ἐξηγησάμενος[11] σῴζεται.
[1] παραλαμβάνω nehmen, hier: erben; Aor.:
παρέλαβον
[2] ανδρεῖος, -εία, -εῖον tapfer
[3] ἡ ἀκρόπολις Burgberg (Gen.: -πόλεως,
Dat.: -πόλει)
[4] μάκαρ, -ος und μακάριος 3 glücklich
[5] κακῶς (Adv.) in übler Weise
[6] καταλύω zerstören
[7] ᾠήθη: Aor. Ind., zu οἴομαι glauben
[8] ὁ χρησμός Orakel
[9] κατακαίω verbrennen
[10] ἡ πυρά Scheiterhaufen
[11] ἐξηγέομαι erklären (vgl. Exegese,
Erklärung)